Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.59 Joseph. AJ 15.64 (English) >>Joseph. AJ 15.69

15.62

Τὴν δʼ Ἀλεξάνδραν ἥττησε μὲν οὐδὲν τῶν τοιούτων, ἀεὶ δὲ καὶ μᾶλλον μνήμη τοῦ κακοῦ παρέχουσα τὴν ὀδύνην ὀδυρτικὴν ἐποίει καὶ φιλόνεικον, καὶ γράφει τὴν ἐπιβουλὴν Ἡρώδου τῇ Κλεοπάτρᾳ καὶ τὴν ἀπώλειαν τοῦ παιδός. 15.63 δὲ καὶ πάλαι σπεύδουσα προσαρκέσαι δεομένῃ καὶ τὰς ἀτυχίας οἰκτείρουσα τῆς Ἀλεξάνδρας αὐτῆς ἐποιεῖτο τὸ πᾶν πρᾶγμα καὶ Ἀντώνιον οὐκ ἀνίει τίσασθαι τὸν φόνον τοῦ παιδὸς παροξύνουσα· οὐ γὰρ ἄξιον Ἡρώδην διʼ αὐτοῦ καταστάντα βασιλέα τῆς οὐδὲν προσηκούσης ἀρχῆς εἰς τοὺς ὄντως βασιλεῖς τοιαύτας ἐπιδείκνυσθαι παρανομίας. 15.64τούτοις ἀναπειθόμενος Ἀντώνιος ὡς ἐπὶ Λαοδικείας ἐστάλη, πέμπει κελεύων Ἡρώδην ἐλθόντα τῶν εἰς Ἀριστόβουλον ἀπολύσασθαι· πεπρᾶχθαι γὰρ οὐκ ὀρθῶς τὴν ἐπιβουλήν, εἰ διʼ αὐτοῦ γέγονεν. 15.65 δὲ τήν τε αἰτίαν δεδοικὼς καὶ τὴν Κλεοπάτρας δυσμένειαν, ὡς οὐκ ἀνῆκεν ἐξεργαζομένη κακῶς αὐτῷ τὸν Ἀντώνιον ἔχειν, ἔγνω μὲν ὑπακούειν, οὐδὲ γὰρ ἄλλο τι πράττειν ἐνῆν, καταλιπὼν δὲ τὸν θεῖον αὐτοῦ Ἰώσηπον ἐπίτροπον τῆς ἀρχῆς καὶ τῶν ἐκεῖ πραγμάτων ἐνετείλατο λεληθότως, εἰ πάθοι τι παρʼ Ἀντωνίῳ, παραχρῆμα καὶ τὴν Μαριάμμην ἀνελεῖν· 15.66αὐτός τε γὰρ ἔχειν φιλοστόργως πρὸς τὴν γυναῖκα καὶ δεδοικέναι τὴν ὕβριν, εἰ καὶ τεθνηκότος ἐκείνη κατʼ εὐμορφίαν ἄλλῳ τινὶ σπουδάζοιτο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.59 Joseph. AJ 15.64 (English) >>Joseph. AJ 15.69

Powered by PhiloLogic